- 텍스트

Aristophanes, Lysistrata, Lyric-Scene, lyric

(아리스토파네스, Lysistrata, Lyric-Scene, lyric)

ὁρ´μαον τὼς κυρσανίως ὦ Μναμοΰνα τάν τ ἐμὰν Μῶαν, ἅτις οἶδεν ἁμὲ τώς τ Ἀσαναίως, ὅκα τοὶ μὲν ἐπ Ἀρταμιτίῳ πρὤκροον σιοείκελοι ποττὰ κᾶλα τὼς Μήδως τ ἐνίκων, ἁμὲ δ αὖ Λεωνίδας ἆγεν ᾇπερ τὼς κάπρως θάγοντας οἰῶ τὸν ὀδόντα:? πολὺς δ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσει , πολὺς δ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἱέτο. ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνε μόλε δεῦρο παρσένε σιὰ ποττὰς σπονδάς, ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δ αὖ φιλία τ αἰὲς εὔπορος εἰή ταῖς συνθήκαις, καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα. ὢ δεῦρ ἴθι δεῦρ ὦ κυναγὲ παρσένε.?

상위

Lysistrata

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION