- 텍스트

Aristophanes, Lysistrata, Lyric-Scene, lyric

(아리스토파네스, Lysistrata, Lyric-Scene, lyric)

ὁρ´μαον τὼς κυρσανίως ὦ Μναμοΰνα τάν τ ἐμὰν Μῶαν, ἅτις οἶδεν ἁμὲ τώς τ Ἀσαναίως, ὅκα τοὶ μὲν ἐπ Ἀρταμιτίῳ πρὤκροον σιοείκελοι ποττὰ κᾶλα τὼς Μήδως τ ἐνίκων, ἁμὲ δ αὖ Λεωνίδας ἆγεν ᾇπερ τὼς κάπρως θάγοντας οἰῶ τὸν ὀδόντα:? πολὺς δ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσει , πολὺς δ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἱέτο. ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνε μόλε δεῦρο παρσένε σιὰ ποττὰς σπονδάς, ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δ αὖ φιλία τ αἰὲς εὔπορος εἰή ταῖς συνθήκαις, καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα. ὢ δεῦρ ἴθι δεῦρ ὦ κυναγὲ παρσένε. ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς, ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε ὑμεῖς: ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ στήτω παρ ἄνδρα, κᾆτ ἐπ ἀγαθαῖς συμφοραῖς ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα τὸ λοιπὸν αὖθις μὴ ξαμαρτάνειν ἔτι.?

상위

Lysistrata

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION