- 텍스트

Aristophanes, Lysistrata, Choral, trochees

(아리스토파네스, Lysistrata, Choral, trochees)

οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ ὧδ ἀναιδὴς οὐδεμία πόρδαλις.? ταῦτα μέντοι <σὺ> ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί, ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ ἔχειν φίλην· ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι. ἀλλ ὅταν βούλῃ σύ: νῦν δ οὖν οὔ σε περιόψομαι γυμνὸν ὄνθ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ. ἀλλὰ τὴν ἐξωμίδ ἐνδύσω σε προσιοῦς ἐγώ. τοῦτο μὲν μὰ τὸν Δί οὐ πονηρὸν ἐποιήσατε: ἀλλ ὑπ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ ἀπέδυν ἐγώ. πρῶτα μὲν φαίνει γ ἀνήρ, εἶτ οὐ καταγέλαστος εἶ. κεἴ με μὴ λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον τοὐπὶ τὠφθαλμῷ λαβοῦς ἐξεῖλον ἂν ὃ νῦν ἔνι. τοῦτ ἄρ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί: ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι: ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει. ἀλλὰ δράσω ταῦτα: καίτοι δύσκολος ἔφυς ἀνήρ. ἦ μέγ ὦ Ζεῦ χρῆμ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι. οὐχ ὁρᾷς· οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία· νὴ Δί ὤνησάς γέ μ, ὡς πάλαι γέ μ ἐφρεωρύχει, ὥστ ἐπειδὴ ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ. ἀλλ ἀποψήσω ς ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ, καὶ φιλήσω. μὴ φιλήσῃς. ἤν τε βούλῃ γ ἤν τε μή. ἀλλὰ μὴ ὡρ´ας ἵκοισθ: ὡς ἐστὲ θωπικαὶ φύσει, κἄστ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισιν οὔτ ἄνευ πανωλέθρων. ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ ὑφ ὑμῶν πείσομαι. ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.?

상위

Lysistrata

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION