호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες·? λῶ τι μυσίξαι νέον. σὺ δ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος· κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν. κἄπειτα δόρυ δῆθ ὑπὸ μάλης ἥκεις ἔχων· οὐ τὸν Δί οὐκ ἐγών γα. ποῖ μεταστρέφει· τί δὴ προβάλλει τὴν χλαμύδ· ἢ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ· παλαιόρ γα ναὶ τὸν Κάστορα ὥνθρωπος. ἀλλ ἔστυκας ὦ μιαρώτατε. οὐ τὸν Δί οὐκ ἐγών γα: μηδ αὖ πλαδδίη. τί δ ἐστί σοι τοδί· σκυτάλα Λακωνικά. εἴπερ γε χαὔτη στὶ σκυτάλη Λακωνική. ἀλλ ὡς πρὸς εἰδότ ἐμὲ σὺ τἀληθῆ λέγε. τί τὰ πράγμαθ ὑμῖν ἐστι τἀν Λακεδαίμονι· ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι ἅπαντες ἐστύκαντι: Πελλάνας δὲ δεῖ. ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν· ἀπὸ Πανός· οὔκ, ἀλλ ἆρχεν οἰῶ Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. πῶς οὖν ἔχετε· μογίομες. ἂν γὰρ τὰν πόλιν ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες. ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν ἐῶντι, πρίν γ ἅπαντες ἐξ ἑνὸς λόγω σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα. τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται ὑπὸ τῶν γυναικῶν: ἄρτι νυνὶ μανθάνω. ἀλλ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί. ἐγὼ δ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί. ποτάομαι: κράτιστα γὰρ παντᾷ λέγεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기