- 텍스트

Aristophanes, Lysistrata, Lyric-Scene, lyric

(아리스토파네스, Lysistrata, Lyric-Scene, lyric)

οἴμοι τί πάθω·? τίνα βινήσω τῆς καλλίστης πασῶν ψευσθείς· πῶς ταυτηνὶ παιδοτροφήσω· ποῦ Κυναλώπηξ· μίσθωσόν μοι τὴν τίτθην. ἐν δεινῷ γ ὦ δύστηνε κακῷ τείρει ψυχὴν ἐξαπατηθείς. κἄγωγ οἰκτίρω ς αἰαῖ. ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δ ὄρχεις, ποία δ ὀσφῦς, ποῖος δ ὄρρος κατατεινόμενος καὶ μὴ βινῶν τοὺς ὄρθρους· ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν. ταυτὶ μέντοι νυνί ς ἐποίης ἡ παμβδελυρὰ καὶ παμμυσαρά. μὰ Δί ἀλλὰ φίλη καὶ παγγλυκερά. ποία γλυκερά· μιαρὰ μιαρά. <μιαρὰ> δῆτ ὦ Ζεῦ ὦ Ζεῦ: εἴθ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτ αὖ πάλιν ἐς τὴν γῆν, κᾆτ ἐξαίφνης περὶ τὴν ψωλὴν περιβαίη.?

상위

Lysistrata

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION