호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς ἐμὲ τράποιτο:? μηδὲν ὁρ´κου φροντίσῃς. φέρε νυν ἐνέγκω κλινίδιον νῷν. μηδαμῶς. ἀρκεῖ χαμαὶ νῷν. μὰ τὸν Ἀπόλλω μή ς ἐγὼ καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί. ἥ τοι γυνὴ φιλεῖ με, δήλη στὶν καλῶς. ἰδοὺ κατάκεις ἀνύσας τι, κἀγὼ κδύομαι. καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ ἐξοιστέα. ποία ψίαθος· μὴ μοί γε. νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. δός μοί νυν κύσαι. ἰδού. παπαιάξ: ἧκέ νυν ταχέως πάνυ. ἰδοὺ ψίαθος: κατάκεισο, καὶ δὴ κδύομαι. καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις. ἀλλ οὐδὲ δέομ ἔγωγε. νὴ Δί ἀλλ ἐγώ. ἀλλ ἢ τὸ πέος τόδ Ἡρακλῆς ξενίζεται. ἀνίστας, ἀναπήδησον. ἤδη πάντ ἔχω. ἅπαντα δῆτα. δεῦρό νυν ὦ χρύσιον. τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν: μή μ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν. νὴ Δί ἀπολοίμην ἆρα. σισύραν οὐκ ἔχεις. μὰ Δί οὐδὲ δέομαί γ, ἀλλὰ βινεῖν βούλομαι. ἀμέλει ποιήσεις τοῦτο: ταχὺ γὰρ ἔρχομαι. ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα. ἔπαιρε σαυτόν. ἀλλ ἐπῆρται τοῦτό γε. βούλει μυρίσω σε· μὰ τὸν Ἀπόλλω μὴ μέ γε. νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ ἤν τε μή. εἴθ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα. πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών. οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί, εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων. τάλαιν ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον. ἀγαθόν: ἐά αὔτ ὦ δαιμονία. ληρεῖς ἔχων. κάκιστ ἀπόλοιθ ὁ πρῶτος ἑψήσας μύρον. λαβὲ τόνδε τὸν ἀλάβαστον. ἀλλ ἕτερον ἔχω. ἀλλ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε μηδέν. ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν. ὑπολύομαι γοῦν. ἀλλ ὅπως ὦ φίλτατε σπονδὰς ποιεῖσθαι ψηφιεῖ. βουλεύσομαι. ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ τά τ ἄλλα πάντα κἀποδείρας οἴχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기