호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φιλῶ φιλῶ γὼ τοῦτον:? ἀλλ οὐ βούλεται ὑπ ἐμοῦ φιλεῖσθαι. σὺ δ ἐμὲ τούτῳ μὴ κάλει. ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς· κατάβηθι δεῦρο. μὰ Δί ἐγὼ μὲν αὐτός οὔ. ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη· οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ. ἐγὼ οὐ δεόμενος· ἐπιτετριμμένος μὲν οὖν. ἄπειμι. μὴ δῆτ, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον: οὗτος οὐ καλεῖς τὴν μαμμίαν· μαμμία, μαμμία, μαμμία. αὕτη τί πάσχεις· οὐδ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὀ`ν κἄθηλον ἕκτην ἡμέραν· ἔγωγ ἐλεῶ δῆτ: ἀλλ ἀμελὴς αὐτῷ πατὴρ ἔστιν. κατάβηθ ὦ δαιμονία τῷ παιδίῳ. οἱο῀ν τὸ τεκεῖν: καταβατέον. τί γὰρ πάθω· ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν: χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτ αὐτὰ δή σθ ἃ κἄμ ἐπιτρίβει τῷ πόθῳ. ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός, φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ. τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις πείθει γυναιξί, κἀμέ τ ἄχθεσθαι ποιεῖς αὐτή τε λυπεῖ· μὴ πρόσαγε τὴν χεῖρά μοι. τὰ δ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα χεῖρον διατίθης. ὀλίγον αὐτῶν μοι μέλει. ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης ὑπὸ τῶν ἀλεκτρυόνων· ἔμοιγε νὴ Δία. τὰ <δὲ> τῆς Ἀφροδίτης ἱέρ ἀνοργίαστά σοι χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν· μὰ Δί οὐκ ἔγωγ, ἢν μὴ διαλλαχθῆτέ γε καὶ τοῦ πολέμου παύσησθε. τοιγάρ, ἢν δοκῇ, ποιήσομεν καὶ ταῦτα. τοιγάρ, ἢν δοκῇ, κἄγωγ ἄπειμ ἐκεῖσε: νῦν δ ἀπομώμοκα. σὺ δ ἀλλὰ κατακλίνηθι μετ ἐμοῦ διὰ χρόνου. οὐ δῆτα: καίτοι ς οὐκ ἐρῶ γ ὡς οὐ φιλῶ. φιλεῖς· τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον· ὦ καταγέλαστ ἐναντίον τοῦ παιδίου· μὰ Δί ἀλλὰ τοῦτό γ οἴκαδ ὦ Μανῆ φέρε. ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ κποδών, σὺ δ οὐ κατακλίνει. ποῦ γὰρ ἄν τις καὶ τάλαν δράσειε τοῦθ· ὅπου· τὸ τοῦ Πανὸς καλόν. καὶ πῶς ἔθ ἁγνὴ δῆτ ἂν ἔλθοιμ ἐς πόλιν· κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ. ἔπειτ ὀμόσασα δῆτ ἐπιορκήσω τάλαν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기