- 텍스트

Aristophanes, Lysistrata, Lyric-Scene

(아리스토파네스, Lysistrata, Lyric-Scene)

ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ ὡς ἐμὲ ταχέως.? τί δ ἔστιν· εἰπέ μοι τίς ἡ βοή· ἄνδρ <ἄνδρ> ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέους, ἴθ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν. ποῦ δ ἐστὶν ὅστις ἐστί· παρὰ τὸ τῆς Χλόης. ὢ νὴ Δί ἔστι δῆτα. τίς κἀστίν ποτε· ὁρᾶτε: γιγνώσκει τις ὑμῶν· νὴ Δία ἔγωγε: κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας. σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. ἀμέλει ποιήσω ταῦτ ἐγώ. καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω <σοι> παραμένους ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. ἀλλ ἀπέλθετε. οἴμοι κακοδαίμων, οἱο῀ς ὁ σπασμός μ ἔχει χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον. τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς· ἐγώ. ἀνήρ· ἀνὴρ δῆτ. οὐκ ἄπει δῆτ ἐκποδών· σὺ δ εἶ τίς ἡκβάλλουσά μ· ἡμεροσκόπος. πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην. ἰδοὺ καλέσω γὼ Μυρρίνην σοι· σὺ δὲ τίς εἶ· ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας. ὦ χαῖρε φίλτατ: οὐ γὰρ ἀκλεὲς τοὔνομ τὸ σὸν παρ ἡμῖν ἐστιν οὐδ ἀνώνυμον. ἀεὶ γὰρ ἡ γυνή ς ἔχει διὰ στόμα. κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ τουτὶ γένοιτο, φησίν. ὢ πρὸς τῶν θεῶν. νὴ τὴν Ἀφροδίτην: κἂν περὶ ἀνδρῶν γ ἐμπέσῃ λόγος τις, εἴρηκ εὐθέως ἡ σὴ γυνὴ ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν. ἴθι νυν κάλεσον αὐτήν. τί οὖν· δώσεις τί μοι· ἔγωγέ <σοι> νὴ τὸν Δί, ἢν βούλῃ γε σύ: ἔχω δὲ τοῦθ: ὅπερ οὖν ἔχω, δίδωμί σοι. φέρε νυν καλέσω καταβᾶσά σοι. ταχύ νυν πάνυ. ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη ξῆλθεν ἐκ τῆς οἰκίας: ἀλλ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις χάριν οὐδεμίαν οἶδ ἐσθίων: ἔστυκα γάρ.?

상위

Lysistrata

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION