호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μῦθον βούλομαι λέξαι τιν ὑμῖν, ὅν ποτ ἤκους αὐτὸς ἔτι παῖς ὤν.? οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύγων γάμον ἀφίκετ ἐς ἐρημίαν, κἀν τοῖς ὄρεσιν ᾤκει: κᾆτ ἐλαγοθήρει πλεξάμενος ἄρκυς, καὶ κύνα τιν εἶχεν, κοὐκέτι κατῆλθε πάλιν οἴκαδ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη κεῖνος, ἡμεῖς τ οὐδὲν ἧττον τοῦ Μελανίωνος οἱ σώφρονες. βούλομαί σε γραῦ κύσαι - κρόμμυόν τἄρ οὐκ ἔδει. κἀνατείνας λακτίσαι. τὴν λόχμην πολλὴν φορεῖς. καὶ Μυρωνίδης γὰρ ἦν τραχὺς ἐντεῦθεν μελάμπυγός τε τοῖς ἐχθροῖς ἅπασιν, ὥς δὲ καὶ Φορμίων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기