- 텍스트

Aristophanes, Lysistrata, Choral, antistrophe 2

(아리스토파네스, Lysistrata, Choral, antistrophe 2)

εἰ νὴ τὼ θεώ με ζωπυρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω τήμερον τοὺς δημότας βωστρεῖν ς ἐγὼ πεκτούμενον.? ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα, ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων. νῦν πρὸς ἔμ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ κυάμους μέλανας. ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ, αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION