호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ οὖν οὐχ ὕβρις τὰ πράγματ ἐστὶ πολλή·? κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. ἀλλ ἀμυντέον τὸ πρᾶγμ ὅστις γ ἐνόρχης ἔστ ἀνήρ. ἀλλὰ τὴν ἐξωμίδ ἐκδυώμεθ, ὡς τὸν ἄνδρα δεῖ ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ οὐν ἐντεθριῶσθαι πρέπει. ἀλλ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτ ἦμεν ἔτι, νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기