호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι·? εἰ δ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, ἢν ἀμείνω γ εἰσενέγκω τῶν παρόντων πραγμάτων. τοὐράνου γάρ μοι μέτεστι: καὶ γὰρ ἄνδρας ἐσφέρω, τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ ὑμῖν, ἐπεὶ τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς, ἀλλ ὑφ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. ἆρα γρυκτόν ἐστιν ὑμῖν· εἰ δὲ λυπήσεις τί με, τῷδέ γ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기