호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεινὰ γάρ τοι τάσδε γ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.? ἀλλὰ ταῦθ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι. ἀλλ ἐμοῦ μὲν οὐ τυραννεύσους, ἐπεὶ φυλάξομαι καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ ἑστήξω παρ αὐτόν: αὐτὸς γάρ μοι γίγνεται τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기