호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἤνπερ ὅ <τε> γλυκύθυμος Ἔρως χἠ Κυπρογένει Ἀφροδίτη ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾆτ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.? τί ποιησάσας· ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν ἀγοράζοντας καὶ μαινομένους. νὴ τὴν Παφίαν Ἀφροδίτην. νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες. νὴ Δία: χρὴ γὰρ τοὺς ἀνδρείους. καὶ μὴν τό γε πρᾶγμα γέλοιον, ὅταν ἀσπίδ ἔχων καὶ Γοργόνα τις κᾆτ ὠνῆται κορακίνους. νὴ Δί ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ εἶδον ἐφ ἵππου ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός: ἕτερος δ <αὖ> Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς, ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν. πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ ἐν ταῖς χώραις καὶ διαλῦσαι· φαύλως πάνυ. πῶς· ἀπόδειξον. ὥσπερ κλωστῆρ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι, ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δ ἐκεῖσε, οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ, διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δ ἐκεῖσε. ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ παύσειν οἰέσθ ὦ ἀνόητοι· κἂν ὑμῖν γ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ ἂν ἅπαντα. πῶς δή· φέρ ἴδω. πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι: εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι: καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται χωρὶς ἕκαστον: κᾆτ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι τολύπην μεγάλην κᾆτ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι. οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν, αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου· καὶ μὴν ὦ παγκατάρατε πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι κἀκπέμψασαι παῖδας ὁπλίτας. σίγα, μὴ μνησικακήσῃς. εἶθ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι. οὔκουν χἄνδρες γηράσκουσιν· μὰ Δί ἀλλ οὐκ εἶπας ὅμοιον. ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν: τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기