- 텍스트

Aristophanes, Lysistrata, Agon, epirrheme

(아리스토파네스, Lysistrata, Agon, epirrheme)

καὶ μὴν αὐτῶν τοῦτ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι, ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.? ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι αὐτό. διὰ τἀργύριον πολεμοῦμεν γάρ· καὶ τἄλλα γε πάντ ἐκυκήθη. ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες, ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ οὖν τοῦδ οὕνεκα δρώντων ὅ τι βούλονται: τὸ γὰρ ἀργύριον τοῦτ οὐκέτι μὴ καθέλωσιν. ἀλλὰ τί δράσεις· τοῦτό μ ἐρωτᾷς· ἡμεῖς ταμιεύσομεν αὐτό. ὑμεῖς ταμιεύσετε τἀργύριον· τί <δὲ> δεινὸν τοῦτο νομίζεις· οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν· ἀλλ οὐ ταὐτόν. πῶς οὐ ταὐτόν· πολεμητέον ἔστ ἀπὸ τούτου. ἀλλ οὐδὲν δεῖ πρῶτον πολεμεῖν. πῶς γὰρ σωθησόμεθ ἄλλως· ἡμεῖς ὑμᾶς σώσομεν. ὑμεῖς· ἡμεῖς μέντοι. σχέτλιόν γε. ὡς σωθήσει, κἂν μὴ βούλῃ. δεινόν <γε> λέγεις. ἀγανακτεῖς. ἀλλὰ ποιητέα ταῦτ ἐστὶν ὅμως. νὴ τὴν Δήμητρ ἄδικόν γε. σωστέον ὦ τᾶν. κεἰ μὴ δέομαι· τοῦδ οὕνεκα καὶ πολὺ μᾶλλον. ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ εἰρήνης ἐμέλησεν· ἡμεῖς φράσομεν. λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς, ἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν. ἀλλ οὐ δύναμαι: χαλεπὸν γὰρ ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. κλαύσει τοίνυν πολὺ μᾶλλον. τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις: σὺ δέ μοι λέγε. ταῦτα ποιήσω. ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ τὸν χρόνον ἠνεσχόμεθα ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ ἐποιεῖτε. οὐ γὰρ γρύζειν εἰᾶθ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ ἡμᾶς. ἀλλ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα: εἶτ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ ἂν γελάσασαι, τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερονὑμῖν· τίδὲ σοὶ ταῦτ· ἦ δ ὃς ἂν ἁνήρ. οὐ σιγήσει· κἀγὼ ἐσίγων. ἀλλ οὐκ ἂν ἐγώ ποτ ἐσίγων. κἂν ᾤμωζές γ, εἰ μὴ σίγας. τοιγὰρ ἔγωγ ἔνδον ἐσίγων. . . . ἔτερόν τι πονηρότερον βούλευμ ἐπεπύσμεθ ἂν ὑμῶν: εἶτ ἠρόμεθ ἄν: πῶς ταῦτ ὦνερ διαπράττεσθ ὧδ ἀνοήτως· ὁ δέ μ εὐθὺς ὑποβλέψας <ἂν> ἔφασκ, εἰ μὴ τὸν στήμονα νήσω, ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν: πόλεμος δ ἄνδρεσσι μελήσει. ὀρθῶς γε λέγων νὴ Δί ἐκεῖνος. πῶς ὀρθῶς ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι· ὅτε δὴ δ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη, οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ· μὰ Δί οὐ δῆτ, <εἶφ> ἕτερός τις: μετὰ ταῦθ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι· ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ ἀντακροᾶσθαι κἀντισιωπᾶθ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς. ὑμεῖς ἡμᾶς· δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε. σιώπα. σοί γ ὦ κατάρατε σιωπῶ γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν· μή νυν ζῴην.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION