호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πόλλ ἀναλώσας ἔπη πρόβουλε τῆσδε <τῆς> γῆς, τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις·? οὐκ οἶσθα λουτρὸν οἱο῀ν αἵδ ἡμᾶς ἔλουσαν ἄρτι ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ ἄνευ κονίας· ἀλλ ὦ μέλ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ τὴν χεῖρ: ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη. ἐπεὶ θέλω γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι, λυποῦσα μηδέν ἐνθαδί, κινοῦσα μηδὲ κάρφος, ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기