- 텍스트

Aristophanes, Frogs, Lyric-Scene, trochees 3:

(아리스토파네스, Frogs, Lyric-Scene, trochees 3:)

εὑρ´ισκε νὴ Δί, εἴπερ ἀναδύσει πάλιν.? ἐκεῖ φράσαιμ ἄν: ἐνθαδὶ δ οὐ βούλομαι. μὴ δῆτα σύ γ, ἀλλ ἐνθένδ ἀνίει τἀγαθά. τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων, πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον. εὖ, πλήν γ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος. κρίνοις ἄν. αὕτη σφῷν κρίσις γενήσεται: αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει. μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας ἦ μὴν ἀπάξειν μ οἴκαδ, αἱροῦ τοὺς φίλους. ἡ γλῶττ ὀμώμοκ, Αἰσχύλον δ αἱρήσομαι. τί δέδρακας ὦ μιαρώτατ ἀνθρώπων· ἐγώ· ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ· αἴσχιστον ἔργον προσβλέπεις μ εἰργασμένος· τί δ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ· ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα· τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον· χωρεῖτε τοίνυν ὦ Διόνυς εἴσω. τί δαί· ἵνα ξενίσω <γὼ> σφὼ πρὶν ἀποπλεῖν. εὖ λέγεις νὴ τὸν Δί: οὐ γὰρ ἄχθομαι τῷ πράγματι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION