호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα·? ἐὰν δὲ κρίνω· τὸν ἕτερον λαβὼν ἄπει, ὁπότερον ἂν κρίνῃς, ἵν ἔλθῃς μὴ μάτην. εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν· ἵν ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ. ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ. πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν ἔχετον γνώμην ἑκάτερος· ἡ πόλις γὰρ δυστοκεῖ. ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην· τίνα· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ ἔχειν. ἀλλ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι. μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ τῇ πόλει δ ἀμήχανον. εὖ γ ὦ Πόσειδον: σὺ δὲ τίνα γνώμην ἔχεις· οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν, μάλιστα μὲν λέοντα μὴ ν πόλει τρέφειν, ἢν δ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ ἔχω: ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ ἕτερος σαφῶς. ἀλλ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον περὶ τῆς πόλεως ἥντιν ἔχετον σωτηρίαν. εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα. γέλοιον ἂν φαίνοιτο: νοῦν δ ἔχει τίνα· εἰ ναυμαχοῖεν κᾆτ ἔχοντες ὀξίδας ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων. ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν. λέγε. ὅταν τὰ νῦν ἄπιστα πίσθ ἡγώμεθα, τὰ δ ὄντα πίστ ἄπιστα. πῶς· οὐ μανθάνω. ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ οὐ χρώμεθα, τούτοισι χρησαίμεσθ, ἴσως σωθεῖμεν ἄν. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς τἀναντί <ἂν> πράττοντες οὐ σῳζοίμεθ ἄν· εὖ γ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις. ταυτὶ πότερ αὐτὸς ηὑρ῀ες ἢ Κηφισοφῶν· ἐγὼ μόνος: τὰς δ ὀξίδας Κηφισοφῶν. τί δαὶ σύ· τί λέγεις· τὴν πόλιν νῦν μοι φράσον πρῶτον τίσι χρῆται: πότερα τοῖς χρηστοῖς· πόθεν· μισεῖ κάκιστα. τοῖς πονηροῖς δ ἥδεται· οὐ δῆτ ἐκείνη γ, ἀλλὰ χρῆται πρὸς βίαν. πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기