- 텍스트

Aristophanes, Frogs, Lyric-Scene, trochees 1:

(아리스토파네스, Frogs, Lyric-Scene, trochees 1:)

ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ, ἰδού.? καὶ λαβομένω τὸ ῥῆμ ἑκάτερος εἴπατον, καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω. ἐχόμεθα. τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν. εἴθ ὤφελ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος. Σπερχειὲ ποταμὲ βουνόμοι τ ἐπιστροφαί. κόκκυ, μέθεσθε: καὶ πολύ γε κατωτέρω χωρεῖ τὸ τοῦδε. καὶ τί ποτ ἐστὶ ταἴτιον· ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια, σὺ δ εἰσέθηκας τοὔπος ἐπτερωμένον. ἀλλ ἕτερον εἰπάτω τι κἀντιστησάτω. λάβεσθε τοίνυν αὖθις. ἢν ἰδού. λέγε. οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος. μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ. μέθεσθε μέθεσθε: καὶ τὸ τοῦδέ γ αὖ ῥέπει: θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν. ἐγὼ δὲ πειθώ γ ἔπος ἄριστ εἰρημένον. πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. ἀλλ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα. φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί· ποῦ· φράσω: βέβληκ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα. λέγοιτ ἄν, ὡς αὕτη στὶ λοιπὴ σφῷν στάσις. σιδηροβριθές τ ἔλαβε δεξιᾷ ξύλον. ἐφ ἁρ´ματος γὰρ ἁρ´μα καὶ νεκρῷ νεκρός. ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν. τῷ τρόπῳ· δύ ἁρ´ματ εἰσέθηκε καὶ νεκρὼ δύο, οὓς οὐκ ἂν ἄραιντ οὐδ ἑκατὸν Αἰγύπτιοι. καὶ μηκέτ ἔμοιγε κατ ἔπος, ἀλλ ἐς τὸν σταθμὸν αὐτὸς τὰ παιδί ἡ γυνὴ Κηφισοφῶν ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία: ἐγὼ δὲ δύ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον. ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. οὐ γὰρ δι ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ ἥδομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION