- 텍스트

Aristophanes, Frogs, Lyric-Scene, lyric

(아리스토파네스, Frogs, Lyric-Scene, lyric)

τοιαυτὶ μέντοι σὺ ποιῶν τολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης μελοποιῶν·? τὰ μὲν μέλη σου ταῦτα: βούλομαι δ ἔτι τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. ὦ νυκτὸς κελαινοφαὴς ὄρφνα, τίνα μοι δύστανον ὄνειρον πέμπεις ἐξ ἀφανοῦς, Αἴδα πρόμολον, ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄψιν, μελανονεκυείμονα, φόνια φόνια δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε κάλπισί τ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ ὕδωρ, ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω. ἰὼ πόντιε δαῖμον, τοῦτ ἐκεῖν: ἰὼ ξύνοικοι, τάδε τέρα θεάσασθε. τὸν ἀλεκτρυόνα μου συναρπάσασα φρούδη Γλύκη. Νύμφαι ὀρεσσίγονοι. ὦ Μανία ξύλλαβε. ἐγὼ δ ἁ τάλαινα προσέχους ἔτυχον ἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτον εἱειειειλίσσουσα χεροῖν κλωστῆρα ποιοῦς, ὅπως κνεφαῖος εἰς ἀγορὰν φέρους ἀποδοίμαν: ὁ δ ἀνέπτατ ἀνέπτατ ἐς αἰθέρα κουφοτάταις πτερύγων ἀκμαῖς: ἐμοὶ δ ἄχε ἄχεα κατέλιπε, δάκρυα δάκρυά τ ἀπ ὀμμάτων ἔβαλον ἔβαλον ἁ τλάμων. ἀλλ ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ τόξα λαβόντες ἐπαμύνατε, τὰ κῶλά τ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ τὰς κυνίσκας ἔχους ἐλθέτω διὰ δόμων πανταχῇ, σὺ δ ὦ Διὸς διπύρους ἀνέχουσα λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον ἐς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω. παύσασθον ἤδη τῶν μελῶν. κἄμοιγ ἅλις. ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον. τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων. ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION