- 텍스트

Aristophanes, Frogs, Lyric-Scene 2:

(아리스토파네스, Frogs, Lyric-Scene 2:)

Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών - ληκύθιον ἀπώλεσεν.? τουτὶ τί ἦν τὸ ληκύθιον· οὐ κλαύσεται· λέγ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα πηδᾷ χορεύων - ληκύθιον ἀπώλεσεν. οἴμοι πεπλήγμεθ αὖθις ὑπὸ τῆς ληκύθου. ἀλλ οὐδὲν ἔσται πρᾶγμα: πρὸς γὰρ τουτονὶ τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. οὐκ ἔστιν ὅστις πάντ ἀνὴρ εὐδαιμονεῖ: ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὤν - ληκύθιον ἀπώλεσεν. Εὐριπίδη - τί ἔσθ· ὑφέσθαι μοι δοκεῖ: τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ. οὐδ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε: νυνὶ γὰρ αὐτοῦ τοῦτό γ ἐκκεκόψεται. ἴθι δὴ λέγ ἕτερον κἀπέχου τῆς ληκύθου. Σιδώνιόν ποτ ἄστυ Κάδμος ἐκλιπὼν Ἀγήνορος παῖς - ληκύθιον ἀπώλεσεν. ὦ δαιμόνι ἀνδρῶν ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν. τὸ τί· ἐγὼ πρίωμαι τῷδ· ἐὰν πείθῃ γ ἐμοί. οὐ δῆτ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν ἵν οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον. Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν θοαῖσιν ἵπποις - ληκύθιον ἀπώλεσεν. ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον. ἀλλ ὦγάθ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ: λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν. μὰ τὸν Δί οὔπω γ: ἔτι γὰρ εἰσί μοι συχνοί. Οἰνεύς ποτ ἐκ γῆς - ληκύθιον ἀπώλεσεν. ἐάσον εἰπεῖν πρῶθ ὅλον με τὸν στίχον. Οἰνεύς ποτ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν θύων ἀπαρχάς - ληκύθιον ἀπώλεσεν. μεταξὺ θύων· καὶ τίς αὔθ ὑφείλετο· ἐά αὐτὸν ὦ τᾶν: πρὸς τοδὶ γὰρ εἰπάτω. Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο - ἀπολεῖ ς: ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν. τὸ ληκύθιον γὰρ τοῦτ ἐπὶ τοῖς προλόγοισί σου ὥσπερ τὰ σῦκ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ. ἀλλ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ. καὶ μὴν ἔχω γ οἷς αὐτὸν ἀποδείξω κακὸν μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ ἀεί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION