- 텍스트

Aristophanes, Frogs, Lyric-Scene

(아리스토파네스, Frogs, Lyric-Scene)

καὶ μὴν ἐπ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι, ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.? ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων. καὶ ποῖον αὐτοῦ βασανιεῖς· πολλοὺς πάνυ. πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε. ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ Αἰσχύλε. Ἑρμῆ χθόνιε πατρῷ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι σύμμαχός τ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι. τούτων ἔχεις ψέγειν τι· πλεῖν ἢ δώδεκα. ἀλλ οὐδὲ πάντα ταῦτά γ ἔστ ἀλλ ἢ τρία. ἔχει δ ἕκαστον εἴκοσίν γ ἁμαρτίας. Αἰσχύλε παραινῶ σοι σιωπᾶν: εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ. ἐγὼ σιωπῶ τῷδ· ἐὰν πείθῃ γ ἐμοί. εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ ὅσον. ὁρᾷς ὅτι ληρεῖς· ἀλλ ὀλίγον γέ μοι μέλει. πῶς φῄς μ ἁμαρτεῖν· αὖθις ἐξ ἀρχῆς λέγε. Ἑρμῆ χθόνιε πατρῷ ἐποπτεύων κράτη. οὔκουν Ὀρέστης τοῦτ ἐπὶ τῷ τύμβῳ λέγει τῷ τοῦ πατρὸς τεθνεῶτος· οὐκ ἄλλως λέγω. πότερ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς δόλοις λαθραίοις, ταῦτ ἐποπτεύειν ἔφη· οὐ δῆτ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας - ἔτι μεῖζον ἐξήμαρτες ἢ γὼ βουλόμην: εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας - οὕτω γ ἂν εἰή πρὸς πατρὸς τυμβωρύχος. Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν. λέγ ἕτερον αὐτῷ: σὺ δ ἐπιτήρει τὸ βλάβος. σωτὴρ γενοῦ μοι σύμμαχός τ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι - δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος. πῶς δίς· σκόπει τὸ ῥῆμ: ἐγὼ δέ σοι φράσω. ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι: ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION