호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, ἔλθετ ἐποψόμεναι δύναμιν δεινοτάτοιν στομάτοιν πορίσασθαι ῥήματα καὶ παραπρίσματ ἐπῶν.? νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη. εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων. ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν. καλῶς: ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς. ἴδιοί τινές σοι, κόμμα καινόν· καὶ μάλα. ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς. αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, ὀρθῶς μ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기