호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕτοιμός εἰμ ἔγωγε, κοὐκ ἀναδύομαι, δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἰόλον καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.? τί δαὶ σὺ βουλεύει ποιεῖν· λέγ Αἰσχύλε. ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε: οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν. τί δαί· ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι, τούτῳ δὲ συντέθνηκεν, ὥσθ ἕξει λέγειν. ὅμως δ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή. ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω. ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων ἀγῶνα κρῖναι τόνδε μουσικώτατα: ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기