호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.? κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην. Αἰσχύλε τί σιγᾷς· αἰσθάνει γὰρ τοῦ λόγου. ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο. ὦ δαιμόνι ἀνδρῶν μὴ μεγάλα λίαν λέγε. ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον, ἔχοντ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα, ἀπεριλάλητον κομποφακελορρήμονα. ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ· σὺ δή με ταῦτ ὦ στωμυλιοσυλλεκτάδη καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη· ἀλλ οὔ τι χαίρων αὔτ ἐρεῖς. παῦ Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ. οὐ δῆτα πρίν γ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιὸν οἱο῀ς ὢν θρασύνεται. ἄρν ἄρνα μέλανα παῖδες ἐξενέγκατε: τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται. ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας, γάμους δ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην. ἐπίσχες οὗτος ὦ πολυτίμητ Αἰσχύλε. ἀπὸ τῶν χαλαζῶν δ ὦ πόνηρ Εὐριπίδη ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς, ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι θενὼν ὑπ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον: σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ ἀλλὰ πρᾳόνως ἔλεγχ ἐλέγχου: λοιδορεῖσθαι δ οὐ πρέπει ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας. σὺ δ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기