호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὰ Δί οὐκ ἐκεῖνος, ἀλλ ἔκυσε μὲν Αἰσχύλον, ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν, κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου:? νυνὶ δ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, ἔφεδρος καθεδεῖσθαι: κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν: εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθ ἔφασκε πρός γ Εὐριπίδην. τὸ χρῆμ ἄρ ἔσται· νὴ Δί ὀλίγον ὕστερον. κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται. καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται - τί δέ· μειαγωγήσουσι τὴν τραγῳδίαν· καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν καὶ πλαίσια ξύμπτυκτα - πλινθεύσουσι γάρ· καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης κατ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας. ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν. ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. κρινεῖ δὲ δὴ τίς ταῦτα· τοῦτ ἦν δύσκολον: σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην. οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν Αἰσχύλος - πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους. λῆρόν τε τἄλλ ἡγεῖτο τοῦ γνῶναι πέρι φύσεις ποιητῶν: εἶτα τῷ σῷ δεσπότῃ ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. ἀλλ εἰσίωμεν: ὡς ὅταν γ οἱ δεσπόται ἐσπουδάκωσι, κλαύμαθ ἡμῖν γίγνεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기