호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ ὁ δεσπότης σου.? πῶς γὰρ οὐχὶ γεννάδας, ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον· τὸ δὲ μὴ πατάξαι ς ἐξελεγχθέντ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης. ᾤμωξε μέντἄν. τοῦτο μέντοι δουλικὸν εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν. χαίρεις, ἱκετεύω· μἀλλ ἐποπτεύειν δοκῶ, ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ. τί δὲ τονθορύζων, ἡνίκ ἂν πληγὰς λαβὼν πολλὰς ἀπίῃς θύραζε· καὶ τοῦθ ἥδομαι. τί δὲ πολλὰ πράττων· ὡς μὰ Δί οὐδὲν οἶδ ἐγώ. ὁμόγνιε Ζεῦ: καὶ παρακούων δεσποτῶν ἅττ ἂν λαλῶσι· μἀλλὰ πλεῖν ἢ μαίνομαι. τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν· ἐγώ· μὰ Δί ἀλλ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι. ὦ Φοῖβ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν, καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας, τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ χὠ λοιδορησμός· Αἰσχύλου κεὐριπίδου. ἆ. πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ. ἐκ τοῦ· νόμος τις ἐνθάδ ἐστὶ κείμενος ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί, τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν θρόνον τε τοῦ Πλούτωνος ἑξῆς - μανθάνω. ἑώς ἀφίκοιτο τὴν τέχνην σοφώτερος ἕτερός τις αὐτοῦ: τότε δὲ παραχωρεῖν ἔδει. τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον· ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον, ὡς ὢν κράτιστος τὴν τέχνην. νυνὶ δὲ τίς· ὅτε δὴ κατῆλθ Εὐριπίδης, ἐπεδείκνυτο τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις, ὅπερ ἔστ ἐν Αἵδου πλῆθος, οἱ δ ἀκροώμενοι τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον: κἄπειτ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, ἵν Αἰσχύλος καθῆστο. κοὐκ ἐβάλλετο· μὰ Δί ἀλλ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν ὁπότερος εἰή τὴν τέχνην σοφώτερος. ὁ τῶν πανούργων· νὴ Δί οὐράνιόν γ ὅσον. μετ Αἰσχύλου δ οὐκ ἦσαν ἕτεροι σύμμαχοι· ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε. τί δῆθ ὁ Πλούτων δρᾶν παρασκευάζεται· ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν κἄλεγχον αὐτῶν τῆς τέχνης. κἄπειτα πῶς οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기