- 텍스트

Aristophanes, Frogs, Lyric-Scene, iambics

(아리스토파네스, Frogs, Lyric-Scene, iambics)

ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, ἵνα δῷ δίκην:? ἀνύετον. ἥκει τῳ κακόν. οὐκ ἐς κόρακας· μὴ πρόσιτον. εἰε῀ν, καὶ μάχει· ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί. εἶτ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ κλέπτοντα πρὸς τἀλλότρια· μἀλλ ὑπερφυᾶ. σχέτλια μὲν οὖν καὶ δεινά. καὶ μὴν νὴ Δία εἰ πώποτ ἦλθον δεῦρ, ἐθέλω τεθνηκέναι, ἢ κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ: βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών, κἄν ποτέ μ ἕλῃς ἀδικοῦντ, ἀπόκτεινόν μ ἄγων. καὶ πῶς βασανίσω· πάντα τρόπον, ἐν κλίμακι δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων, στρεβλῶν, ἔτι δ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. δίκαιος ὁ λόγος: κἄν τι πηρώσω γέ σου τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται. μὴ δῆτ ἔμοιγ. οὕτω δὲ βασάνιζ ἀπαγαγών. αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ ὀφθαλμοὺς λέγῃ. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς ἐνταῦθα μηδὲν ψεῦδος. ἀγορεύω τινὶ ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ: εἰ δὲ μή, αὐτὸς σεαυτὸν αἰτιῶ. λέγεις δὲ τί· ἀθάνατος εἶναί φημι Διόνυσος Διός, τοῦτον δὲ δοῦλον. ταῦτ ἀκούεις· φήμ ἐγώ. καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος: εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται. τί δῆτ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί· δίκαιος ὁ λόγος: χὠπότερόν γ ἂν νῷν ἴδῃς κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν. οὐκ ἔσθ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ: χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή. πῶς οὖν βασανιεῖς νὼ δικαίως· ῥᾳδίως: πληγὴν παρὰ πληγὴν ἑκάτερον. καλῶς λέγεις. ἰδού. σκόπει νυν ἤν μ ὑποκινήσαντ ἴδῃς. ἤδη πάταξά ς. οὐ μὰ Δί. οὐδ ἐμοὶ δοκεῖς. ἀλλ εἶμ ἐπὶ τονδὶ καὶ πατάξω. πηνίκα· καὶ δὴ πάταξα. κᾆτα πῶς οὐκ ἔπταρον· οὐκ οἶδα: τουδὶ δ αὖθις ἀποπειράσομαι. οὔκουν ἀνύσεις τι· ἀτταταῖ. τί τἀτταταῖ· μῶν ὠδυνήθης· οὐ μὰ Δί ἀλλ ἐφρόντισα ὁπόθ Ἡράκλεια τἀν Διομείοις γίγνεται. ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον. ἰοὺ ἰού. τί ἔστιν· ἱππέας ὁρῶ. τί δῆτα κλάεις· κρομμύων ὀσφραίνομαι. ἐπεὶ προτιμᾷς γ οὐδέν. οὐδέν μοι μέλει. βαδιστέον τἄρ ἐστὶν ἐπὶ τονδὶ πάλιν. οἴμοι. τί ἔστι· τὴν ἄκανθαν ἐξελε. τί τὸ πρᾶγμα τουτί· δεῦρο πάλιν βαδιστέον. Ἄπολλον - ὅς που Δῆλον ἢ Πυθῶν ἔχεις. ἤλγησεν: οὐκ ἤκουσας· οὐκ ἔγωγ, ἐπεὶ ἰάμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην. οὐδὲν ποιεῖς γάρ: ἀλλὰ τὰς λαγόνας σπόδει. μὰ τὸν Δί ἀλλ ἤδη πάρεχε τὴν γαστέρα. Πόσειδον ἤλγησέν τις. ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ εἴσιτον: ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται χἠ Φερρέφατθ, ἅτ ὄντε κἀκείνω θεώ. ὀρθῶς λέγεις: ἐβουλόμην δ ἂν τοῦτό σε πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.?

상위

Frogs

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION