호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλαθάνη Πλαθάνη δεῦρ ἔλθ, ὁ πανοῦργος οὑτοσί, ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε ἑκκαίδεκ ἄρτους κατέφαγ ἡμῶν.? νὴ Δία ἐκεῖνος αὐτὸς δῆτα. κακὸν ἥκει τινί. καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ εἴκοσιν ἀν ἡμιωβολιαῖα. δώσει τις δίκην. καὶ τὰ σκόροδα τὰ πολλά. ληρεῖς ὦ γύναι κοὐκ οἶσθ ὅ τι λέγεις. οὐ μὲν οὖν με προσεδόκας, ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί ς ἔτι· τί δαί· τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. μὰ Δί οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν, ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν κἄπειτ ἐπειδὴ τἀργύριον ἐπραττόμην, ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε. τούτου πάνυ τοὔργον: οὗτος ὁ τρόπος πανταχοῦ. καὶ τὸ ξίφος γ ἐσπᾶτο μαίνεσθαι δοκῶν. νὴ Δία τάλαινα. νὼ δὲ δεισάσα γέ που ἐπὶ τὴν κατήλιφ εὐθὺς ἀνεπηδήσαμεν: ὁ δ ᾤχετ ἐξᾴξας γε τὰς ψιάθους λαβών. καὶ τοῦτο τούτου τοὔργον. ἀλλ ἐχρῆν τι δρᾶν. ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι. σὺ δ ἔμοιγ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον, ἵν αὐτὸν ἐπιτρίψωμεν. ὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους κόπτοιμ ἄν, οἷς μου κατέφαγες τὰ φορτία. ἐγὼ δέ γ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε. ἐγὼ δὲ τὸν λάρυγγ ἂν ἐκτέμοιμί σου δρέπανον λαβοῦς, ᾧ τὰς χόλικας κατέσπασας. ἀλλ εἶμ ἐπὶ τὸν Κλέων, ὃς αὐτοῦ τήμερον ἐκπηνιεῖται ταῦτα προσκαλούμενος. κάκιστ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ. οἶδ οἶδα τὸν νοῦν: παῦε παῦε τοῦ λόγου. οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν. μηδαμῶς ὦ Ξανθίδιον. καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν· οἶδ οἶδ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς: κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. ἀλλ ἤν σε τοῦ λοιποῦ ποτ ἀφέλωμαι χρόνου, πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία, κάκιστ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων. δέχομαι τὸν ὁρ´κον κἀπὶ τούτοις λαμβάνω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기