호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ φίλταθ ἥκεις Ἡράκλεις·? δεῦρ εἴσιθι. ἡ γὰρ θεός <ς> ὡς ἐπύθεθ ἥκοντ, εὐθέως ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας ἔτνους δύ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ ὅλον, πλακοῦντας ὤπτα κολλάβους. ἀλλ εἴσιθι. κάλλιστ, ἐπαινῶ. μὰ τὸν Ἀπόλλω οὐ μή ς ἐγὼ περιόψομἀπελθόντ, ἐπεί τοι καὶ κρέα ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον. ἀλλ εἴσιθ ἅμ ἐμοί. πάνυ καλῶς. ληρεῖς ἔχων οὐ γάρ ς ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι ἥδ ἔνδον ἔσθ ὡραιοτάτη κὠρχηστρίδες ἕτεραι δύ ἢ τρεῖς. πῶς λέγεις· ὀρχηστρίδες· ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. ἀλλ εἴσιθ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη ἔμελλ ἀφαιρεῖν χἠ τράπεζ εἰσῄρετο. ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων. ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ, ὁτιή σε παίζων Ἡρακλέα νεσκεύασα· οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία, ἀλλ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα. τί δ ἔστιν· οὔ τι πού μ ἀφελέσθαι διανοεῖ ἅδωκας αὐτός· οὐ τάχ, ἀλλ ἤδη ποιῶ. κατάθου τὸ δέρμα. ταῦτ ἐγὼ μαρτύρομαι καὶ τοῖς θεοῖσιν ἐπιτρέπω. ποίοις θεοῖς· τὸ δὲ προσδοκῆσαί ς οὐκ ἀνόητον καὶ κενὸν ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει· ἀμέλει καλῶς: ἔχ αὔτ. ἴσως γάρ τοί ποτε ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기