- 텍스트

Aristophanes, Frogs, Lyric-Scene

(아리스토파네스, Frogs, Lyric-Scene)

ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω·? τίνα· πῶς ἐνθάδ ἄρα κόπτουσιν οὑπιχώριοι· οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας, καθ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ ἔχων. παῖ παῖ. τίς οὗτος· Ἡρακλῆς ὁ καρτερός. ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύν ἡμῶν ἐξελάσας τὸν Κέρβερον ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος: τοία Στυγός σε μελανοκάρδιος πέτρα Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει, πλευμόνων τ ἀνθάψεται Ταρτησία μύραινα: τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα. οὗτος τί δέδρακας· ἐγκέχοδα: κάλει θεόν. ὦ καταγέλαστ οὔκουν ἀναστήσει ταχὺ πρίν τινά ς ἰδεῖν ἀλλότριον· ἀλλ ὡρακιῶ. ἀλλ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν. ἰδοὺ λαβέ, προσθοῦ. ποῦ στιν· ὦ χρυσοῖ θεοὶ ἐνταῦθ ἔχεις τὴν καρδίαν· δείσασα γὰρ ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν. ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων. ἐγώ· πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε· οὐκ ἂν ἕτερός γ αὔτ ἠργάσατ ἀνήρ. ἀλλὰ τί· κατέκειτ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν: ἐγὼ δ ἀνέστην καὶ προσέτ ἀπεψησάμην. ἀνδρεῖά γ ὦ Πόσειδον. οἶμαι νὴ Δία. σὺ δ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων καὶ τὰς ἀπειλάς· οὐ μὰ Δί οὐδ ἐφρόντισα. ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ, σὺ μὲν γενοῦ γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ: ἐγὼ δ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει. φέρε δὴ ταχέως αὔτ: οὐ γὰρ ἀλλὰ πειστέον: καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν, εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ ἔχων. μὰ Δί ἀλλ ἀληθῶς οὑκ Μελίτης μαστιγίας. φέρε νυν ἐγὼ τὰ στρώματ αἴρωμαι ταδί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION