호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔμελλον ἄρα παύσειν ποθ ὑμᾶς τοῦ κοάξ.? ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω, ἔκβαιν, ἀπόδος τὸν ναῦλον. ἔχε δὴ τὠβολώ. ὁ Ξανθίας. ποῦ Ξανθίας· ἦ Ξανθία. ἰαῦ. βάδιζε δεῦρο. χαῖρ ὦ δέσποτα. τί ἔστι τἀνταυθοῖ· σκότος καὶ βόρβορος. κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν· σὺ δ οὔ· νὴ τὸν Ποσειδῶ γωγε, καὶ νυνί γ ὁρῶ. ἄγε δὴ τί δρῶμεν· προϊέναι βέλτιστα νῷν, ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία τὰ δείν ἔφασκ ἐκεῖνος. ὡς οἰμώξεται. ἠλαζονεύεθ ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος. οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ ὡς Ἡρακλῆς. ἐγὼ δέ γ εὐξαίμην ἂν ἐντυχεῖν τινι λαβεῖν τ ἀγώνισμ ἄξιόν τι τῆς ὁδοῦ. νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός. ποῦ ποῦ στιν· ἐξόπισθεν. ἐξόπισθ ἴθι. ἀλλ ἐστὶν ἐν τῷ πρόσθε. πρόσθε νυν ἴθι. καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. ποῖόν τι· δεινόν: παντοδαπὸν γοῦν γίγνεται τοτὲ μέν γε βοῦς, νυνὶ δ ὀρεύς, τοτὲ δ αὖ γυνὴ ὡραιοτάτη τις. ποῦ στι· φέρ ἐπ αὐτὴν ἰώ. ἀλλ οὐκέτ αὖ γυνή στιν, ἀλλ ἤδη κύων. Ἔμπουσα τοίνυν ἐστί. πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον. καὶ σκέλος χαλκοῦν ἔχει· νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον, σάφ ἴσθι. ποῖ δῆτ ἂν τραποίμην· ποῖ δ ἐγώ· ἱερεῦ διαφύλαξόν μ, ἵν ὦ σοι ξυμπότης. ἀπολούμεθ ὦναξ Ἡράκλεις. οὐ μὴ καλεῖς μ ὦνθρωφ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα. Διόνυσε τοίνυν. τοῦτό γ ἧττον θατέρου. ἴθ ᾗπερ ἔρχει. δεῦρο δεῦρ ὦ δέσποτα. τί δ ἔστι· θάρρει: πάντ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. ἥμπουσα φρούδη. κατόμοσον. νὴ τὸν Δία. καὖθις κατόμοσον. νὴ Δί. ὄμοσον. νὴ Δία. οἴμοι τάλας, ὡς ὠχρίας αὐτὴν ἰδών. ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου. οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν· τίν αἰτιάσομαι θεῶν μ ἀπολλύναι· αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα· αὐλεῖ τις ἔνδοθεν οὗτος. τί ἔστιν· οὐ κατήκουσας· τίνος· αὐλῶν πνοῆς. ἔγωγε, καὶ δᾴδων γέ με αὔρα τις εἰσέπνευσε μυστικωτάτη. ἀλλ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기