- 텍스트

Aristophanes, Frogs, Prologue 7:

(아리스토파네스, Frogs, Prologue 7:)

τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων·? τίς ἐς τὸ Λήθης πεδίον, ἢ ς Ὄνου πόκας, ἢ ς Κερβερίους, ἢ ς κόρακας, ἢ πὶ Ταίναρον· ἐγώ. ταχέως ἔμβαινε. ποῖ σχήσειν δοκεῖς· ἐς κόρακας ὄντως· ναὶ μὰ Δία σοῦ γ οὕνεκα. ἔσβαινε δή. παῖ δεῦρο. δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν. μὰ τὸν Δί οὐ γὰρ ἀλλ ἔτυχον ὀφθαλμιῶν. οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ· ποῦ δῆτ ἀναμενῶ· παρὰ τὸν Αὑαίνου λίθον ἐπὶ ταῖς ἀναπαύλαις. μανθάνεις· πάνυ μανθάνω. οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών· κάθιζ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω. οὗτος τί ποιεῖς· ὅ τι ποιῶ· τί δ ἄλλο γ ἢ ἵζω πὶ κώπην, οὗπερ ἐκέλευές με σύ· οὔκουν καθεδεῖ δῆτ ἐνθαδὶ γάστρων· ἰδού. οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς· ἰδού. οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ ἀντιβὰς ἐλᾷς προθύμως· κᾆτα πῶς δυνήσομαι ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος ὢν εἶτ ἐλαύνειν· ῥᾷστ: ἀκούσει γὰρ μέλη κάλλιστ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ, τίνων· βατράχων κύκνων θαυμαστά. κατακέλευε δή. ὦ ὀπὸπ ὦ ὀπόπ.?

상위

Frogs

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION