- 텍스트

Aristophanes, Frogs, Prologue 5:

(아리스토파네스, Frogs, Prologue 5:)

ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε·? μηδὲν ἔτι πρὸς ταῦτ, ἀλλὰ φράζε τῶν ὁδῶν ὅπῃ τάχιστ ἀφιζόμεθ εἰς Αἵδου κάτω: καὶ μήτε θερμὴν μήτ ἄγαν ψυχρὰν φράσῃς. φέρε δὴ τίν αὐτῶν σοι φράσω πρώτην· τίνα· μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, κρεμάσαντι σαυτόν. παῦε, πνιγηρὰν λέγεις. ἀλλ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη ἡ διὰ θυείας. ἆρα κώνειον λέγεις· μάλιστά γε. ψυχράν γε καὶ δυσχείμερον: εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια. βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω· νὴ τὸν Δί ὡς ὄντος γε μὴ βαδιστικοῦ. καθέρπυσόν νυν ἐς Κεραμεικόν. κᾆτα τί· ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν - τί δρῶ· ἀφιεμένην τὴν λαμπάδ ἐντεῦθεν θεῶ, κἄπειτ ἐπειδὰν θῶσιν οἱ θεώμενοι εἷναι, τόθ εἷναι καὶ σὺ σαυτόν. ποῖ κάτω. ἀλλ ἀπολέσαιμ ἂν ἐγκεφάλου θρίω δύο. οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην. τί δαί· ἥνπερ σὺ τότε κατῆλθες. ἀλλ ὁ πλοῦς πολύς. εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. εἶτα πῶς περαιωθήσομαι· ἐν πλοιαρίῳ τυννουτῳί ς ἀνὴρ γέρων ναύτης διάξει δύ ὀβολὼ μισθὸν λαβών. φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ ὀβολώ. πῶς ἠλθέτην κἀκεῖσε· Θησεὺς ἤγαγεν. μετὰ ταῦτ ὄφεις καὶ θηρί ὄψει μυρία δεινότατα. μή μ ἔκπληττε μηδὲ δειμάτου: οὐ γάρ μ ἀποτρέψεις. εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων: ἐν δὲ τούτῳ κειμένους, εἴ που ξένον τις ἠδίκησε πώποτε, ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο, ἢ μητέρ ἠλόασεν, ἢ πατρὸς γνάθον ἐπάταξεν, ἢ πίορκον ὁρ´κον ὤμοσεν, ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.?

상위

Frogs

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION