- 텍스트

Aristophanes, Frogs, Prologue 3:

(아리스토파네스, Frogs, Prologue 3:)

ποῖός τις ὦδελφίδιον·? οὐκ ἔχω φράσαι. ὅμως γε μέντοι σοι δι αἰνιγμῶν ἐρῶ. ἤδη ποτ ἐπεθύμησας ἐξαίφνης ἔτνους· ἔτνους· βαβαιάξ, μυριάκις γ ἐν τῷ βίῳ. ἆρ ἐκδιδάσκω τὸ σαφὲς ἢ τέρᾳ φράσω· μὴ δῆτα περὶ ἔτνους γε: πάνυ γὰρ μανθάνω. τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος Εὐριπίδου. καὶ ταῦτα τοῦ τεθνηκότος· κοὐδείς γέ μ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ ἐλθεῖν ἐπ ἐκεῖνον. πότερον εἰς Αἵδου κάτω· καὶ νὴ Δί εἴ τί γ ἔστιν ἔτι κατωτέρω. τί βουλόμενος· δέομαι ποιητοῦ δεξιοῦ. οἱ μὲν γὰρ οὐκέτ εἰσίν, οἱ δ ὄντες κακοί. τί δ· οὐκ Ιὀφῶν ζῇ· τοῦτο γάρ τοι καὶ μόνον ἔτ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ ἄρα: οὐ γὰρ σάφ οἶδ οὐδ αὐτὸ τοῦθ ὅπως ἔχει. εἶτ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ ς ἄγειν· οὐ πρίν γ ἂν Ιὀφῶντ, ἀπολαβὼν αὐτὸν μόνον, ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω. κἄλλως ὁ μέν γ Εὐριπίδης πανοῦργος ὢν κἂν ξυναποδρᾶναι δεῦρ ἐπιχειρήσειέ μοι: ὁ δ εὔκολος μὲν ἐνθάδ εὔκολος δ ἐκεῖ. Ἀγάθων δὲ ποῦ στιν· ἀπολιπών μ ἀποίχεται, ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις. ποῖ γῆς ὁ τλήμων· ἐς Μακάρων εὐωχίαν. ὁ δὲ Σενοκλέης· ἐξόλοιτο νὴ Δία. Πυθάγγελος δέ· περὶ ἐμοῦ δ οὐδεὶς λόγος ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.?

상위

Frogs

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION