호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς τὴν θύραν ἐπάταξεν·? ὡς κενταυρικῶς ἐνήλαθ ὅστις: εἰπέ μοι τουτὶ τί ἦν· ὁ παῖς. τί ἔστιν· οὐκ ἐνεθυμήθης· τὸ τί· ὡς σφόδρα μ ἔδεισε. νὴ Δία μὴ μαίνοιό γε. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν: καίτοι δάκνω γ ἐμαυτόν: ἀλλ ὅμως γελῶ. ὦ δαιμόνιε πρόσελθε: δέομαι γάρ τί σου. ἀλλ οὐχ οἱό῀ς τ εἴμ ἀποσοβῆσαι τὸν γέλων ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. τίς ὁ νοῦς· τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην· ποῖ γῆς ἀπεδήμεις· ἐπεβάτευον Κλεισθένει- κἀναυμάχησας· καὶ κατεδύσαμέν γε ναῦς τῶν πολεμίων ἢ δώδεκ ἢ τρεῖς καὶ δέκα. σφώ· νὴ τὸν Ἀπόλλω. κᾆτ ἔγωγ ἐξηγρόμην. καὶ δῆτ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος τὴν καρδίαν ἐπάταξε πῶς οἰεί σφόδρα. πόθος· πόσος τις· μικρὸς ἡλίκος Μόλων. γυναικός· οὐ δῆτ. ἀλλὰ παιδός· οὐδαμῶς. ἀλλ ἀνδρός· ἀπαπαί. ξυνεγένου τῷ Κλεισθένει· μὴ σκῶπτέ μ ὦδέλφ: οὐ γὰρ ἀλλ ἔχω κακῶς: τοιοῦτος ἵμερός με διαλυμαίνεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기