- 텍스트

Aristophanes, Frogs, Prologue 1:

(아리스토파네스, Frogs, Prologue 1:)

Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα, ἐφ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι·? νὴ τὸν Δί ὅ τι Βούλει γε, πλὴν πιέζομαι, τοῦτο δὲ φύλαξαι: πάνυ γάρ ἐστ ἤδη χολή. μηδ ἕτερον ἀστεῖόν τι· πλήν γ ὡς θλίβομαι. τί δαί· τὸ πάνυ γέλοιον εἴπω· νὴ Δία θαρρῶν γε: μόνον ἐκεῖν ὅπως μὴ ρεῖς, τὸ τί· μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς. μηδ ὅτι τοσοῦτον ἄχθος ἐπ ἐμαυτῷ φέρων, εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι· μὴ δῆθ, ἱκετεύω, πλήν γ ὅταν μέλλω ξεμεῖν. τί δῆτ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος εἰώθε ποιεῖν καὶ Λύκις κἀμειψίας· μή νυν ποιήσῃς: ὡς ἐγὼ θεώμενος, ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ νιαυτῷ πρεσβύτερος ἀπέρχομαι. ὢ τρισκακοδαίμων ἄρ ὁ τράχηλος οὑτοσί, ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ. εἶτ οὐχ ὕβρις ταῦτ ἐστὶ καὶ πολλὴ τρυφή, ὅτ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο μηδ ἄχθος φέροι· οὐ γὰρ φέρω γώ· πῶς φέρεις γὰρ ὅς γ ὀχεῖ· φέρων γε ταυτί. τίνα τρόπον· Βαρέως πάνυ. οὔκουν τὸ Βάρος τοῦθ ὃ σὺ φέρεις ὄνος φέρει· οὐ δῆθ ὅ γ ἔχω γὼ καὶ φέρω μὰ τὸν Δί οὔ. πῶς γὰρ φέρεις, ὅς γ αὐτὸς ὑφ ἑτέρου φέρει· οὐκ οἶδ: ὁ δ ὦμος οὑτοσὶ πιέζεται. σὺ δ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς ς ὠφελεῖν, ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε. οἴμοι κακοδαίμων: τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν· ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά. κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας ἤδη βαδίζων εἰμὶ τῆσδ, οἷ πρῶτά με ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.?

상위

Frogs

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION