호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐκ ἔσται τοῦτο παρ ἡμῖν:? πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ δείπνου τάδε λέξουσιν: δεῦρο παρ ἡμᾶς: ἐνθάδε μεῖράξ ἐσθ ὡραία. παρ ἐμοὶ δ ἑτέρα φήσει τις ἄνωθ ἐξ ὑπερῴου, καὶ καλλίστη καὶ λευκοτάτη: πρότερον μέντοι δεῖ σε καθεύδειν αὐτῆς παρ ἐμοί. τοῖς εὐπρεπέσιν δ ἀκολουθοῦντες καὶ μειρακίοις οἱ φαυλότεροι τοιάδ ἐροῦσιν: ποῖ θεῖς οὗτος· πάντως οὐδὲν δράσεις ἐλθών: τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς ἐψήφισται προτέροις βινεῖν, ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς ἐν τοῖς προθύροισι δέφεσθαι. φέρε νυν φράσον μοι, ταῦτ ἀρέσκει σφῷν· πάνυ. βαδιστέον τἄρ ἐστὶν εἰς ἀγορὰν ἐμοί, ἵν ἀποδέχωμαι τὰ προσιόντα χρήματα, λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα. ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια, ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον. ἤδη γὰρ εὐωχησόμεσθα· φήμ ἐγώ. ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι ἁπαξαπάσας. ἵνα τί· δῆλον τουτογί: ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς. καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν, ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας. φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον, ἵν ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί, τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε· ἐγὼ δ ἵν εἰς ἀγοράν γε τὰ σκεύη φέρω, προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν. Χοροῦ χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν, ὅπως ἂν ἐντετριμμένη κανηφορῇς, πολλοὺς κάτω δὴ θυλάκους στρέψας ἐμούς. ποῦ σθ ἡ διφροφόρος·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기