- 텍스트

Aristophanes, Ecclesiazusae, Agon, epirrheme 3:

(아리스토파네스, Ecclesiazusae, Agon, epirrheme 3:)

οὐδ αὖ κλέπτης οὐδεὶς ἔσται·? πῶς γὰρ κλέψει μετὸν αὐτῷ· οὐδ ἀποδύσους ἄρα τῶν νυκτῶν· οὐκ ἢν οἴκοι γε καθεύδῃς, οὐδ ἤν γε θύραζ ὥσπερ πρότερον: βίοτος γὰρ πᾶσιν ὑπάρξει. ἢν δ ἀποδύῃ γ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι· ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται. οὐδὲ κυβεύσους ἆρ ἄνθρωποι· περὶ τοῦ γὰρ τοῦτο ποιήσει· τὴν δὲ δίαιταν τίνα ποιήσεις· κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ μίαν οἴκησίν φημι ποιήσειν συρρήξας εἰς ἓν ἅπαντα, ὥστε βαδίζειν ὡς ἀλλήλους. τὸ δὲ δεῖπνον ποῦ παραθήσεις· τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω. τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται· τοὺς κρατῆρας καταθήσω καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται, ἵνα μὴ δειπνῶς αἰσχυνόμενοι. νὴ τὸν Ἀπόλλω χάριέν γε. τὰ δὲ κληρωτήρια ποῖ τρέψεις· εἰς τὴν ἀγορὰν καταθήσω: κᾆτα στήσασα παρ Ἁρμοδίῳ κληρώσω πάντας, ἑώς ἂν εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ: και κηρύξει τοὺς ἐκ τοῦ βῆτ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν τὴν βασίλειον δειπνήσοντας: τὸ δὲ θῆτ ἐς τὴν παρὰ ταύτην, τοὺς δ ἐκ τοῦ κάππ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν. ἵνα κάπτωσιν· μὰ Δί ἀλλ ἵν ἐκεῖ δειπνῶσιν. ὅτῳ δὲ τὸ γράμμα μὴ ξελκυσθῇ καθ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION