- 텍스트

Aristophanes, Ecclesiazusae, Agon, epirrheme 2:

(아리스토파네스, Ecclesiazusae, Agon, epirrheme 2:)

πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος ἔσται δυνατὸς διαγιγνώσκειν·? τί δὲ δεῖ· πατέρας <γὰρ> ἅπαντας τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν. οὐκοῦν ἄγξους εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ ὄντα ἄγχουσι. τί δῆθ ὅταν ἀγνὼς ᾖ· πῶς οὐ τότε κἀπιχεσοῦνται· ἀλλ ὁ παρεστὼς οὐκ ἐπιτρέψει: τότε δ αὐτοῖς οὐκ ἔμελ οὐδὲν τῶν ἀλλοτρίων ὅστις τύπτοι: νῦν δ ἢν πληγέντος ἀκούσῃ, μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται. τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς: εἰ δὲ προσελθὼν Ἐπίκουρος ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ ἤδη δεινὸν ἀκοῦσαι. πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι, τὸ ποῖον· εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ εἶναι. οἰμώζοι γ ἂν καὶ κωκύοι. σὺ δέ γ ὄζοις ἂν καλαμίνθης, ἀλλ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι, ὥστ οὐχὶ δέος μή σε φιλήσῃ. δεινὸν μέντἂν ἐπεπόνθη. τὴν γῆν δὲ τίς ἔσθ ὁ γεωργήσων· οἱ δοῦλοι. σοὶ δὲ μελήσει, ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον. περὶ δ ἱματίων τίς πόρος ἔσται· καὶ γὰρ τοῦτ ἔστιν ἐρέσθαι. τὰ μὲν ὄνθ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ ἡμεῖς ὑφανοῦμεν. ἓν ἔτι ζητῶ: πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ, πόθεν ἐκτείσει ταύτην· οὐ γὰρ τῶν κοινῶν γ ἐστὶ δίκαιον. ἀλλ οὐδὲ δίκαι πρῶτον ἔσονται. τουτὶ τοὔπος ς ἐπιτρίψει. κἀγὼ ταύτην γνώμην ἐθέμην: τοῦ γὰρ τάλαν οὕνεκ ἔσονται· πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω: πρῶτον δ ἑνὸς οὕνεκα δήπου, ἤν τις ὀφείλων ἐξαρνῆται. πόθεν οὖν ἐδάνεις ὁ δανείσας ἐν τῷ κοινῷ πάντων ὄντων· κλέπτων δήπου στ ἐπίδηλος. νὴ τὴν Δήμητρ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι, τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν εὐωχηθέντες ὑβρίζωσιν· τοῦτο γὰρ οἶμαί ς ἀπορήσειν. ἀπὸ τῆς μάζης ἧς σιτεῖται: ταύτης γὰρ ὅταν τις ἀφαιρῇ, οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION