호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.? κατὰ δὴ τί· οὐδεὶς οὐδὲν πενίᾳ δράσει: πάντα γὰρ ἕξουσιν ἅπαντες, ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους. ὥστε τί κέρδος μὴ καταθεῖναι· σὺ γὰρ ἐξευρὼν ἀπόδειξον. οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτους οἷς ταῦτα πάρεστιν· πρότερόν γ ὦταῖρ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν: νῦν δ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι· ἢν μείρακ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι, ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει ξυγκαταδαρθών. ἀλλ ἐξέσται προῖκ αὐτῷ ξυγκαταδαρθεῖν. καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι καὶ παιδοποιεῖν τῷ βουλομένῳ. πῶς οὖν οὐ πάντες ἰάσιν ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν· αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται: κᾆτ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ ὑποκρούσει. καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν, οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖς οἷ φῂς ἀφικέσθαι· οὐχὶ μαχοῦνται: περὶ σοῦ θάρρει: μὴ δείσῃς: οὐχὶ μαχοῦνται. περὶ τοῦ· τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει. τὸ μὲν ὑμέτερον γνώμην τιν ἔχει: προβεβούλευται γάρ, ὅπως ἂν μηδεμιᾶς ᾖ τρύπημα κενόν: τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει· φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται. ἀλλὰ φυλάξους οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας ἀπὸ τοῦ δείπνου καὶ τηρήσους ἐπὶ τοῖσιν δημοσίοισιν: κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς <καὶ τοῖς μεγάλοις> καταδαρθεῖν ταῖσι γυναιξὶ πρὶν <ἂν> τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται. ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει. νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ ἡ γνώμη καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων, ὅταν ἐμβάδ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτ ἐπιτήρει, ὅταν ἤδη γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기