- 텍스트

Aristophanes, Ecclesiazusae, Agon, epirrheme

(아리스토파네스, Ecclesiazusae, Agon, epirrheme)

καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω:? τοὺς δὲ θεατάς, εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν τοῖς τ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ ἔσθ ὃ μάλιστα δέδοικα. περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς: τοῦτο γὰρ ἡμῖν δρᾶν ἀντ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ ἀρχαίων ἀμελῆσαι. μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ ὑποκρούσῃ, πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι. κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ ἄθλιον εἶναι, μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ εἶναι μηδὲ ταφῆναι, μηδ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ οὐδ ἀκολούθῳ: ἀλλ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον. πῶς οὖν ἔσται κοινὸς ἅπασιν· κατέδει πέλεθον πρότερός μου. καὶ τῶν πελέθων κοινωνοῦμεν· μὰ Δί ἀλλ ἔφθης μ ὑποκρούσας. τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν: τὴν γῆν πρώτιστα ποιήσω κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ ὁπός ἐστὶν ἑκάστῳ. εἶτ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι. πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον· τοῦτ ἐς τὸ μέσον καταθήσει. καὶ μὴ καταθεὶς ψευδορκήσει. κἀκτήσατο γὰρ διὰ τοῦτο.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION