호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω:? τοὺς δὲ θεατάς, εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν τοῖς τ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ ἔσθ ὃ μάλιστα δέδοικα. περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς: τοῦτο γὰρ ἡμῖν δρᾶν ἀντ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ ἀρχαίων ἀμελῆσαι. μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ ὑποκρούσῃ, πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι. κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ ἄθλιον εἶναι, μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ εἶναι μηδὲ ταφῆναι, μηδ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ οὐδ ἀκολούθῳ: ἀλλ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον. πῶς οὖν ἔσται κοινὸς ἅπασιν· κατέδει πέλεθον πρότερός μου. καὶ τῶν πελέθων κοινωνοῦμεν· μὰ Δί ἀλλ ἔφθης μ ὑποκρούσας. τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν: τὴν γῆν πρώτιστα ποιήσω κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ ὁπός ἐστὶν ἑκάστῳ. εἶτ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι. πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον· τοῦτ ἐς τὸ μέσον καταθήσει. καὶ μὴ καταθεὶς ψευδορκήσει. κἀκτήσατο γὰρ διὰ τοῦτο. ἀλλ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ. κατὰ δὴ τί· οὐδεὶς οὐδὲν πενίᾳ δράσει: πάντα γὰρ ἕξουσιν ἅπαντες, ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους. ὥστε τί κέρδος μὴ καταθεῖναι· σὺ γὰρ ἐξευρὼν ἀπόδειξον. οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτους οἷς ταῦτα πάρεστιν· πρότερόν γ ὦταῖρ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν: νῦν δ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι· ἢν μείρακ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι, ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει ξυγκαταδαρθών. ἀλλ ἐξέσται προῖκ αὐτῷ ξυγκαταδαρθεῖν. καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι καὶ παιδοποιεῖν τῷ βουλομένῳ. πῶς οὖν οὐ πάντες ἰάσιν ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν· αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται: κᾆτ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ ὑποκρούσει. καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν, οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖς οἷ φῂς ἀφικέσθαι· οὐχὶ μαχοῦνται: περὶ σοῦ θάρρει: μὴ δείσῃς: οὐχὶ μαχοῦνται. περὶ τοῦ· τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει. τὸ μὲν ὑμέτερον γνώμην τιν ἔχει: προβεβούλευται γάρ, ὅπως ἂν μηδεμιᾶς ᾖ τρύπημα κενόν: τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει· φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται. ἀλλὰ φυλάξους οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας ἀπὸ τοῦ δείπνου καὶ τηρήσους ἐπὶ τοῖσιν δημοσίοισιν: κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς <καὶ τοῖς μεγάλοις> καταδαρθεῖν ταῖσι γυναιξὶ πρὶν <ἂν> τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται. ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει. νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ ἡ γνώμη καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων, ὅταν ἐμβάδ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτ ἐπιτήρει, ὅταν ἤδη γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν. πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος ἔσται δυνατὸς διαγιγνώσκειν·
τί δὲ δεῖ· πατέρας <γὰρ> ἅπαντας τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν. οὐκοῦν ἄγξους εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ ὄντα ἄγχουσι. τί δῆθ ὅταν ἀγνὼς ᾖ· πῶς οὐ τότε κἀπιχεσοῦνται· ἀλλ ὁ παρεστὼς οὐκ ἐπιτρέψει: τότε δ αὐτοῖς οὐκ ἔμελ οὐδὲν τῶν ἀλλοτρίων ὅστις τύπτοι: νῦν δ ἢν πληγέντος ἀκούσῃ, μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται. τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς: εἰ δὲ προσελθὼν Ἐπίκουρος ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ ἤδη δεινὸν ἀκοῦσαι. πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι, τὸ ποῖον· εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ εἶναι. οἰμώζοι γ ἂν καὶ κωκύοι. σὺ δέ γ ὄζοις ἂν καλαμίνθης, ἀλλ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι, ὥστ οὐχὶ δέος μή σε φιλήσῃ. δεινὸν μέντἂν ἐπεπόνθη. τὴν γῆν δὲ τίς ἔσθ ὁ γεωργήσων· οἱ δοῦλοι. σοὶ δὲ μελήσει, ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον. περὶ δ ἱματίων τίς πόρος ἔσται· καὶ γὰρ τοῦτ ἔστιν ἐρέσθαι. τὰ μὲν ὄνθ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ ἡμεῖς ὑφανοῦμεν. ἓν ἔτι ζητῶ: πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ, πόθεν ἐκτείσει ταύτην· οὐ γὰρ τῶν κοινῶν γ ἐστὶ δίκαιον. ἀλλ οὐδὲ δίκαι πρῶτον ἔσονται. τουτὶ τοὔπος ς ἐπιτρίψει. κἀγὼ ταύτην γνώμην ἐθέμην: τοῦ γὰρ τάλαν οὕνεκ ἔσονται· πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω: πρῶτον δ ἑνὸς οὕνεκα δήπου, ἤν τις ὀφείλων ἐξαρνῆται. πόθεν οὖν ἐδάνεις ὁ δανείσας ἐν τῷ κοινῷ πάντων ὄντων· κλέπτων δήπου στ ἐπίδηλος. νὴ τὴν Δήμητρ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι, τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν εὐωχηθέντες ὑβρίζωσιν· τοῦτο γὰρ οἶμαί ς ἀπορήσειν. ἀπὸ τῆς μάζης ἧς σιτεῖται: ταύτης γὰρ ὅταν τις ἀφαιρῇ, οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς. οὐδ αὖ κλέπτης οὐδεὶς ἔσται·
πῶς γὰρ κλέψει μετὸν αὐτῷ· οὐδ ἀποδύσους ἄρα τῶν νυκτῶν· οὐκ ἢν οἴκοι γε καθεύδῃς, οὐδ ἤν γε θύραζ ὥσπερ πρότερον: βίοτος γὰρ πᾶσιν ὑπάρξει. ἢν δ ἀποδύῃ γ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι· ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται. οὐδὲ κυβεύσους ἆρ ἄνθρωποι· περὶ τοῦ γὰρ τοῦτο ποιήσει· τὴν δὲ δίαιταν τίνα ποιήσεις· κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ μίαν οἴκησίν φημι ποιήσειν συρρήξας εἰς ἓν ἅπαντα, ὥστε βαδίζειν ὡς ἀλλήλους. τὸ δὲ δεῖπνον ποῦ παραθήσεις· τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω. τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται· τοὺς κρατῆρας καταθήσω καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται, ἵνα μὴ δειπνῶς αἰσχυνόμενοι. νὴ τὸν Ἀπόλλω χάριέν γε. τὰ δὲ κληρωτήρια ποῖ τρέψεις· εἰς τὴν ἀγορὰν καταθήσω: κᾆτα στήσασα παρ Ἁρμοδίῳ κληρώσω πάντας, ἑώς ἂν εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ: και κηρύξει τοὺς ἐκ τοῦ βῆτ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν τὴν βασίλειον δειπνήσοντας: τὸ δὲ θῆτ ἐς τὴν παρὰ ταύτην, τοὺς δ ἐκ τοῦ κάππ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν. ἵνα κάπτωσιν· μὰ Δί ἀλλ ἵν ἐκεῖ δειπνῶσιν. ὅτῳ δὲ τὸ γράμμα μὴ ξελκυσθῇ καθ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기