- 텍스트

Aristophanes, Ecclesiazusae, Choral, iambics 1:

(아리스토파네스, Ecclesiazusae, Choral, iambics 1:)

εἶτ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν ς ἔχειν·? ἀλλ ἔμ ἀποδύσας ἐπιβαλοῦσα τοὔγκυκλον ᾤχου καταλιποῦς ὡσπερεὶ προκείμενον, μόνον οὐ στεφανώσας οὐδ ἐπιθεῖσα λήκυθον. ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής: ἔπειθ ἵν ἀλεαίνοιμι, τοῦτ ἠμπεσχόμην: σὲ δ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν κατέλιπον ὦνερ. αἱ δὲ δὴ Λακωνικαὶ ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία· ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ. οἶσθ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα, ὃν χρῆν ἔμ ἐξ ἐκκλησίας εἰληφέναι· μὴ φροντίσῃς: ἄρρεν γὰρ ἔτεκε παιδίον. ἡκκλησία· μὰ Δί ἀλλ ἐφ ἣν ἐγᾠχόμην. ἀτὰρ γεγένηται· ναὶ μὰ Δί. οὐκ ᾔδησθά με φράσαντά σοι χθές· ἄρτι γ ἀναμιμνῄσκομαι. οὐδ ἄρα τὰ δόξαντ οἶσθα· μὰ Δί ἐγὼ μὲν οὔ. κάθησο τοίνυν σηπίας μασωμένη. ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν. τί δρᾶν· ὑφαίνειν· οὐ μὰ Δί ἀλλ ἄρχειν. τίνων· ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων. νὴ τὴν Ἀφροδίτην μακαρία γ ἄρ ἡ πόλις ἔσται τὸ λοιπόν. κατὰ τί· πολλῶν οὕνεκα. οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν, οὐ συκοφαντεῖν - μηδαμῶς πρὸς τῶν θεῶν τουτὶ ποιήσῃς μηδ ἀφέλῃ μου τὸν βίον. ὦ δαιμόνι ἀνδρῶν τὴν γυναῖκ ἐά λέγειν. μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον, μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα, μὴ λοιδορεῖσθαι, μὴ νεχυραζόμενον φέρειν. νὴ τὸν Ποσειδῶ μεγάλα γ, εἰ μὴ ψεύσεται. ἀλλ ἀποφανῶ τοῦθ, ὥστε σέ τέ μοι μαρτυρεῖν καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION