호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ ἐπαναμενούσας πώγωνας ἐξηρτημένας, μὴ καὶ τις ὄψεθ ἡμᾶς χἠμῶν ἴσως κατείπῃ.? ἀλλ εἰᾶ δεῦρ ἐπὶ σκιᾶς ἐλθοῦσα πρὸς τὸ τειχίον παραβλέπουσα θατέρῳ πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα, καὶ μὴ βράδυν: ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ ἐπείγου ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα: χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτ ἔχουσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기