- 텍스트

Aristophanes, Ecclesiazusae, Parodos, strophe

(아리스토파네스, Ecclesiazusae, Parodos, strophe)

ἀλλ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε:? ἡμῖν δ ἂν αἰσχύνην φέροι πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ ἐλεγχθέν. πρὸς ταῦτα συστέλλου σεαυτὴν καὶ περισκοπουμένη <τἀνθένδε καὶ> τἀκεῖσε καὶ τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα. ἀλλ ἐγκονῶμεν: τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη, ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ ἡνίκ ᾖμεν: τὴν δ οἰκίαν ἔξεσθ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς ἔσθ ἡ τὸ πρᾶγμ εὑροῦς ὃ νῦν ἔδοξε τοῖς πολίταις.?

상위

Ecclesiazusae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION