호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες:? ἠπείλησε γὰρ ὁ θεσμοθέτης, ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος, στέργων σκοροδάλμῃ βλέπων ὑπότριμμα, μὴ δώσειν τὸ τριώβολον. ἀλλ ὦ Χαριτιμίδη καὶ Σμίκυθε καὶ Δράκης ἕπου κατεπείγων, σαυτῷ προσέχων ὅπως μηδὲν παραχορδιεῖς ὧν δεῖ ς ἀποδεῖξαι: ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλησίοι καθεδούμεθ, ὡς ἂν χειροτονῶμεν ἅπανθ ὁπός ἂν δέῃ τὰς ἡμετέρας φίλας. καίτοι τί λέγω· φίλους γὰρ χρῆν μ ὀνομάζειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기