호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν, καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.? ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, οὐδ ἂν τρί εἰπεῖν ῥήμαθ οἱό῀ς τ ἦν πρὶν ἐξαμαρτεῖν: νυνὶ δ ἐπειδή μ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις, οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν. ἵππευε τοίνυν νὴ Δί, ὡς ἔμοιγε κρεῖττόν ἐστιν ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι. ἐκεῖσε δ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, καὶ πρῶτ ἐρήσομαί σε τουτί: παῖδά μ ὄντ ἔτυπτες· ἔγωγέ ς εὐνοῶν τε καὶ κηδόμενος. εἰπὲ δή μοι, οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως τύπτειν τ, ἐπειδήπερ γε τοῦτ ἐστ εὐνοεῖν τὸ τύπτειν· πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι, τοὐμὸν δὲ μή· καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ. κλάουσι παῖδες, πατέρα δ οὐ κλάειν δοκεῖς· . . . φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι: ἐγὼ δέ γ ἀντείποιμ ἂν ὡς δὶς παῖδες οἱ γέροντες: εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν, ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς. ἀλλ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν. οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς· ἧττόν τι δῆτ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν· ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι. σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί, ὡς τοὺς πατέρας ἀμύνεται: καίτοι τί διαφέρουσιν ἡμῶν ἐκεῖνοι, πλήν γ ὅτι ψηφίσματ οὐ γράφουσιν· τί δῆτ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις· οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδ ἂν Σωκράτει δοκοίη. πρὸς ταῦτα μὴ τύπτ: εἰ δὲ μή, σαυτόν ποτ αἰτιάσει. καὶ πῶς· ἐπεὶ σὲ μὲν δίκαιός εἰμ ἐγὼ κολάζειν, σὺ δ, ἢν γένηταί σοι, τὸν υἱόν. ἢν δὲ μὴ γένηται, μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ ἐγχανὼν τεθνήξεις. ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια: κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ. κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ, ἢν μὴ δίκαια δρῶμεν. σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. ἀπὸ γὰρ καὶ μὴν ἴσως γ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας. πῶς δή· δίδαξον γὰρ τί μ ἐκ τούτων ἐπωφελήσεις. τὴν μητέρ ὥσπερ καὶ σὲ τυπτήσω. τί φῄς, τί φῂς σύ· τοῦθ ἕτερον αὖ μεῖζον κακόν. τί δ ἢν ἔχων τὸν ἥττω λόγον σε νικήσω λέγων τὴν μητέρ ὡς τύπτειν χρεών·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기