호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι ἐγὼ φράσω:? πειδὴ γὰρ εἱστιώμεθ, ὥσπερ ἴστε, πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ ἐγὼ κέλευσα ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη. ὁ δ εὐθέως ἀρχαῖον εἶν ἔφασκε τὸ κιθαρίζειν ᾄδειν τε πίνονθ ὡσπερεὶ κάχρυς γυναῖκ ἀλοῦσαν. οὐ γὰρ τότ εὐθὺς χρῆν ς ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι, ᾄδειν κελεύονθ ὡσπερεὶ τέττιγας ἑστιῶντα· τοιαῦτα μέντοι καὶ τότ ἔλεγεν ἔνδον οἱά῀περ νῦν, καὶ τὸν Σιμωνίδην ἔφασκ εἶναι κακὸν ποιητήν. κἀγὼ μόλις μὲν ἀλλ ὅμως ἠνεσχόμην τὸ πρῶτον: ἔπειτα δ ἐκέλευς αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα τῶν Αἰσχύλου λέξαι τί μοι: κᾆθ οὗτος εὐθὺς εἶπεν: ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς, ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν· κἀνταῦθα πῶς οἰέσθέ μου τὴν καρδίαν ὀρεχθεῖν· ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δ ἀλλὰ τούτων λέξον τι τῶν νεωτέρων, ἅττ ἐστὶ τὰ σοφὰ ταῦτα. ὁ δ εὐθὺς ᾖς Εὐριπίδου ῥῆσίν τιν, ὡς ἐκίνει ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν. κἀγὼ οὐκέτ ἐξηνεσχόμην, ἀλλ εὐθέως ἀράττω πολλοῖς κακοῖς καἰσχροῖσι: κᾆτ ἐντεῦθεν, οἱο῀ν εἰκός, ἔπος πρὸς ἔπος ἠρειδόμεσθ: εἶθ οὗτος ἐπαναπηδᾶ, κἄπειτ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν. οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς σοφώτατον· σοφώτατόν γ ἐκεῖνον: ὦ - τί ς εἴπω· ἀλλ αὖθις αὖ τυπτήσομαι. νὴ τὸν Δί ἐν δίκῃ γ ἄν. καὶ πῶς δικαίως· ὅστις ὦ ναίσχυντέ ς ἐξέθρεψα, αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης. εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον: μαμμᾶν δ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον: κακκᾶν δ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε ἐξέφερον ἂν καὶ προὐσχόμην σε:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기