- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics

(아리스토파네스, Clouds, Lyric-Scene, iambics)

εἶτ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι·? οὐδέποτέ γ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γ ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ. ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην - τίς οὑτοσί· ἐς τὴν ἕνην τε καὶ νέαν. μαρτύρομαι, ὅτι ἐς δύ εἶπεν ἡμέρας. τοῦ χρήματος· τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος τὸν ψαρὸν ἵππον. ἵππον· οὐκ ἀκούετε· ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ ἱππικήν. καὶ νὴ Δί ἀποδώσειν γ ἐπώμνυς τοὺς θεούς. μὰ τὸν Δί οὐ γάρ πω τότ ἐξηπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. νῦν δὲ διὰ τοῦτ ἔξαρνος εἶναι διανοεῖ· τί γὰρ ἄλλ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος· καὶ ταῦτ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς ἵν ἂν κελεύσω γώ σε· τοὺς ποίους θεούς· τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. νὴ Δία κἂν προσκαταθείην γ ὥστ ὀμόσαι τριώβολον. ἀπόλοιο τοίνυν ἕνεκ ἀναιδείας ἔτι. ἁλσὶν διασμηχθεὶς ὄναιτ ἂν οὑτοσί. οἴμ ὡς καταγελᾷς. ἓξ χοᾶς χωρήσεται. οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς ἐμοῦ καταπροίξει. θαυμασίως ἥσθην θεοῖς, καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν. ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. ἀλλ εἴτ ἀποδώσεις μοι τὰ χρήματ εἴτε μή, ἀπόπεμψον ἀποκρινάμενος. ἔχε νυν ἥσυχος. ἐγὼ γὰρ αὐτίκ ἀποκρινοῦμαί σοι σαφῶς. τί σοι δοκεῖ δράσειν· ἀποδώσειν μοι δοκεῖ. ποῦ σθ οὗτος ἁπαιτῶν με τἀργύριον· λέγε τουτὶ τί ἔστι· τοῦθ ὅ τι ἐστί· κάρδοπος. ἔπειτ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν· οὐκ ἂν ἀποδοίην οὐδ ἂν ὀβολὸν οὐδενί, ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. οὐκ ἄρ ἀποδώσεις· οὐχ ὅσον γέ μ εἰδέναι. οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας· ἄπειμι, καὶ τοῦτ ἴσθ ὅτι θήσω πρυτανεῖ ἢ μηκέτι ζῴην ἐγώ. καὶ προσαπολεῖς ἄρ αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γ οὐχὶ βούλομαι παθεῖν, ὁτιὴ κάλεσας εὐηθικῶς τὴν κάρδοπον. ἰώ μοί μοι. ἐά. τίς οὑτοσί ποτ ἔσθ ὁ θρηνῶν· οὔτι που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο· τί δ ὅστις εἰμὶ τοῦτο βούλεσθ εἰδέναι· ἀνὴρ κακοδαίμων. κατὰ σεαυτόν νυν τρέπου. ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μ ἀπώλεσας. τί δαί σε Τληπόλεμός ποτ εἴργασται κακόν· μὴ σκῶπτέ μ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι. τὰ ποῖα ταῦτα χρήμαθ· ἁδανείσατο. κακῶς ἄρ ὄντως εἶχες, ὥς γ ἐμοὶ δοκεῖς. ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. τί δῆτα ληρεῖς ὥσπερ ἀπ ὄνου καταπεσών· ληρῶ, τὰ χρήματ ἀπολαβεῖν εἰ βούλομαι· οὐκ ἔσθ ὅπως σύ γ αὐτὸς ὑγιαίνεις. τί δαί· τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ποδώσεις τἀργύριον. κάτειπέ νυν, πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία ὑείν ὕδωρ ἑκάστοτ, ἢ τὸν ἥλιον ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ ὕδωρ πάλιν· οὐκ οἶδ ἔγωγ ὁπότερον, οὐδέ μοι μέλει. πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων· ἀλλ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον ἀπόδοτε: τοῦτο δ ἔσθ ὁ τόκος τί θηρίον· τί δ ἄλλο γ ἢ κατὰ μῆνα καὶ καθ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται ὑπορρέοντος τοῦ χρόνου· καλῶς λέγεις. τί δῆτα· τὴν θάλατταν ἔσθ ὅτι πλείονα νυνὶ νομίζεις ἢ πρὸ τοῦ· μὰ Δί ἀλλ ἴσην. οὐ γὰρ δίκαιον πλείον εἶναι. κᾆτα πῶς αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν· οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας· φέρε μοι τὸ κέντρον. ταῦτ ἐγὼ μαρτύρομαι. ὕπαγε. τί μέλλεις· οὐκ ἐλᾷς ὦ σαμφόρα· ταῦτ οὐχ ὕβρις δῆτ ἐστίν· ᾄξεις· ἐπιαλῶ κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. φεύγεις· ἔμελλόν ς ἆρα κινήσειν ἐγὼ αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.?

상위

Clouds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION